Ορφικός ύμνος, ΝΟΜΟΥ
Ἀθανάτων καλέω καὶ θνητῶν ἁγνὸν ἄνακτα,
οὐράνιον Νόμον, ἀστροθέτην, σφραγῖδα δικαίαν
πόντου τ' εἰναλίου καὶ γῆς, φύσεως τὸ βέβαιον
ἀκλινὲς ἀστασίαστον ἀεὶ τηροῦντα νόμοισιν,
οἷσιν ἄνωθε φέρων μέγαν οὐρανὸν αὐτὸς ὁδεύει,
καὶ φθόνον οὐ δίκαιον ῥοίζου τρόπον ἐκτὸς ἐλαύνει
ὃς καὶ θνητοῖσιν βιοτῆς τέλος ἐσθλὸν ἐγείρει
αὐτὸς γὰρ μοῦνος ζώιων οἴακα κρατύνει
γνώμαις ὀρθοτάταισι συνών, ἀδιάστροφος αἰεί,
ὠγύγιος, πολύπειρος, ἀβλάπτως πᾶσι συνοικῶν
τοῖς νομίμοις, ἀνόμοις δὲ φέρων κακότητα βαρεῖαν.
ἀλλά, μάκαρ, πάντιμε, φερόλβιε, πᾶσι ποθεινέ,
εὐμενὲς ἦτορ ἔχων μνήμην σέο πέμπε, φέριστε
Ορφικός ύμνος ΘΕΜΙΔΟΣ, θυμίαμα λίβανον
Οὐρανόπαιδ' ἁγνὴν καλέω Θέμιν εὐπατέρειαν,Γαίης τὸ βλάστημα, νέην καλυκώπιδα κούρην,ἣ πρώτη κατέδειξε βροτοῖς μαντήιον ἁγνὸνΔελφικῶι ἐν κευθμῶνι θεμιστεύουσα θεοῖσιΠυθίωι ἐν δαπέδωι, ὅθι Πύθων ἐμβασίλευενἣ καὶ Φοῖβον ἄνακτα θεμιστοσύνας ἐδίδαξεπάντιμ', ἀγλαόμορφε, σεβάσμιε, νυκτιπόλευτεπρώτη γὰρ τελετὰς ἁγνάς θνητοῖς ἀνέφηνας,βακχιακὰς ἀνὰ νύκτας ἐπευάζουσα ἄνακταἐκ σέο γὰρ τιμαὶ μακάρων μυστήριά θ' ἁγνά.ἀλλά, μάκαιρ', ἔλθοις κεχαρημένη εὔφρονι βουλῇεὐιέρους ἐπὶ μυστιπόλου τελετὰς σέο, κούρη.
Ορφικός ύμνος ΔΙΚΗΣ, θυμίαμα λίβανον
Ὄμμα Δίκης μέλπω πανδερκέος, ἀγλαομόρφου,
ἣ καὶ Ζηνὸς ἄνακτος ἐπὶ θρόνον ἱερὸν ἵζει
οὐρανόθεν καθορῶσα βίον θνητῶν πολυφύλων,
τοῖς ἀδίκοις τιμωρὸς ἐπιβρίθουσα δικαία,
ἐξ ἰσότητος ἀληθείαι συνάγουσ' ἀνόμοια
πάντα γάρ, ὅσσα κακαῖς γνώμαις θνητοῖσιν ὀχεῖται
δύσκριτα, βουλομένοις τὸ πλέον βουλαῖς ἀδίκοισι,
μούνη ἐπεμβαίνουσα δίκην ἀδίκοις ἐπεγείρεις
ἐχθρὰ τῶν ἀδίκων, εὔφρων δὲ σύνεσσι δικαίοις.
ἀλλά, θεά, μόλ' ἐπὶ γνώμαις ἐσθλαῖσι δικαία,
ὡς ἂν ἀεὶ βιοτῆς τὸ πεπρωμένον ἦμαρ ἐπέλθοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.