3 Απριλίου 2012

ΑΘΗΝΑ



"Ἀθηνᾶν" καὶ "Καιρὸν" καὶ "Τύχην" τὴν ἑπτάδα ἐπωνόμαζον • δι᾽ ἣν αἰτίαν οἱ μὲν ἄλλοι φιλόσοφοι τὸν ἀριθμὸν τοῦτον ἐξομοιοῦσι τῆ ἀμήτορι Νίκη καὶ Παρθένω, ἣν ἐκ τῆς τοῦ Διὸς κεφαλῆς ἀναφανῆναι λόγος ἔχει, οἱ δὲ Πυθαγόρειοι τῶ ἡγεμόνι τῶν συμπάντων : "Ἔστι γάρ, φησίν, ἡγεμὼν καὶ ἄρχων ἁπάντων θεὸς εἷς ἀεὶ ὤν, μόνιμος, ἀκίνητος, αὐτὸς αὑτῷ ὅμοιος, ἕτερος τῶν ἄλλων".





Ἀθηνᾶς, θυμίαμα ἀρώματα


Παλλὰς μουνογενής, μεγάλου Διὸς ἔκγονε σεμνή,
δῖα μάκαιρα θεά, πολεμοκλόνος, ὀβριμόθυμε,
[ἄρρητ', εὐρήτη, μεγαλώνυμος, ἀντροδίαιτε·
ἣ τε διαΐσσεις ὑψαύχενας ἀκρωρείας,
ἠδ' ὄρεα σκιόεντα, νάπῃσί τε σὴν φρένα τέρπεις].
ὁπλοχαρής, οἰστροῦσα βροτῶν ψυχὰς μανίῃσιν·
γυμνάζουσα κόρη, φρικώδη θυμὸν ἔχουσα.
Γοργοφόνος, φυγόλεκτρε, τεχνῶν μῆτερ πολύολβε.
ὁρμάστειρα, φίλοιστρε κακοῖς, ἀγαθοῖς δὲ φρόνησις
ἄρσην μὲν καὶ θῆλυς ἔφυς, πολεμήτοκε μῆτι.
αἰολόμορφε, δράκαινα, φιλένθεος, ἀγλαότιμε·
Φλεγραίων ὀλέτειρα Γιγάντων, ἱππελάτειρα.
Τριτογένεια, λύτειρα κακῶν, νικηφόρε δαῖμον,
γλαυκώφ', εὑρεσίτεχνε, πολυλλίστη βασίλεια
ἤματα καὶ νύκτας αἰεὶ νεάτῃσιν ἐν ὥραις,
κλῦθί μευ εὐχομένου, δὸς δ' εἰρήνην πολύολβον,
καὶ κόρην ἠδ' ὑγίειαν ἐπ' εὐόλβοισιν ἐν ὥραις.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.